Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.214 Joseph. AJ 7.219 (English) >>Joseph. AJ 7.223

7.217οὐ γὰρ ἀγνοεῖς εἶπεν, βασιλεῦ, τὴν τοῦ πατρὸς καὶ τὴν τῶν συνόντων αὐτῷ ἀνδρείαν, ὅτι καὶ πολλοὺς πολέμους πεπολέμηκε καὶ πάντοτε κρατῶν τῶν ἐχθρῶν ἀπήλλακται. νῦν δὲ εἰκὸς αὐτὸν ἐπὶ στρατοπέδου μένειν· στρατηγῆσαι γὰρ ἱκανώτατος καὶ προϊδεῖν ἀπάτην ἐπερχομένων πολεμίων· 7.218ἀλλὰ κατὰ τὴν ἑσπέραν ἀπολιπὼν τοὺς ἰδίους εἴς τινα τῶν αὐλώνων ἑαυτὸν ἀποκρύψει πρὸς πέτρᾳ τινὶ λοχήσει· συμβαλόντων δὲ τῶν ἡμετέρων οἱ μὲν ἐκείνου πρὸς μικρὸν ὑποχωρήσουσιν, αὐτοὶ δὲ θαρσήσαντες ὡς τοῦ βασιλέως αὐτοῖς ἐγγὺς ὄντος ἀντιστήσονται, καὶ μεταξὺ τούτων μαχομένων πατὴρ ἐπιφανεὶς ἐξαίφνης τοῖς μὲν εὐψυχίαν πρὸς τοὺς κινδύνους παρασκευάσει τοὺς δὲ σοὺς καταπλήξεται. 7.219παράθου δὴ τοίνυν καὶ τὴν ἐμὴν συμβουλίαν τῷ λογισμῷ καὶ ταῦτʼ ἐπιγνοὺς ἄριστα τὴν μὲν Ἀχιτοφέλου γνώμην παραίτησαι, πέμψας δʼ εἰς πᾶσαν τὴν χώραν τῶν Ἑβραίων παράγγειλον αὐτοῖς τὴν ἐπὶ τὸν πατέρα σου στρατείαν, καὶ παραλαβὼν αὐτὸς τὴν δύναμιν τοῦ πολέμου γίνου στρατηγὸς καὶ μὴ πιστεύσῃς τοῦτον ἑτέρῳ. 7.220νικήσειν γὰρ προσδόκα ῥᾳδίως αὐτόν, ἂν ἐν φανερῷ καταλάβῃς ὄντα μετʼ ὀλίγων αὐτὸς πολλὰς ἔχων μυριάδας βουλομένων τὴν περὶ σὲ σπουδὴν ἐπιδείξασθαι καὶ προθυμίαν. ἂν δʼ πατὴρ αὑτὸν εἰς πολιορκίαν περικλείσῃ, μηχανήμασι καὶ


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.214 Joseph. AJ 7.219 (English) >>Joseph. AJ 7.223

Powered by PhiloLogic